Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.176 Joseph. AJ 1.181 (English) >>Joseph. AJ 1.185

1.179

Ἅβραμος δὲ τοὺς τῶν Σοδομιτῶν σώσας αἰχμαλώτους, οἳ ληφθέντες ἔφθησαν ὑπὸ τῶν Ἀσσυρίων, καὶ τὸν συγγενῆ Λῶτον ἀνέζευξεν μετὰ εἰρήνης. ἀπήντησε δὲ αὐτῷ τῶν Σοδομιτῶν βασιλεὺς εἰς τόπον τινά, ὃν καλοῦσι πεδίον βασιλικόν. 1.180ἔνθα τῆς Σολυμᾶ ὑποδέχεται βασιλεὺς αὐτὸν Μελχισεδέκ· σημαίνει δὲ τοῦτο βασιλεὺς δίκαιος· καὶ ἦν δὲ τοιοῦτος ὁμολογουμένως, ὡς διὰ ταύτην αὐτὸν τὴν αἰτίαν καὶ ἱερέα γενέσθαι τοῦ θεοῦ· τὴν μέντοι Σολυμᾶ ὕστερον ἐκάλεσεν Ἱεροσόλυμα. 1.181ἐχορήγησε δὲ οὗτος Μελχισεδὲκ τῷ Ἁβράμου στρατῷ ξένια καὶ πολλὴν ἀφθονίαν τῶν ἐπιτηδείων παρέσχε καὶ παρὰ τὴν εὐωχίαν αὐτόν τε ἐπαινεῖν ἤρξατο καὶ τὸν θεὸν εὐλογεῖν ὑποχειρίους αὐτῷ ποιήσαντα τοὺς ἐχθρούς. Ἁβράμου δὲ διδόντος καὶ τὴν δεκάτην τῆς λείας αὐτῷ προσδέχεται τὴν δόσιν. 1.182 δὲ τῶν Σοδομιτῶν βασιλεὺς τὴν μὲν λείαν ἔχειν Ἅβραμον παρεκάλει, τοὺς δʼ ἀνθρώπους ἀπολαβεῖν ἠξίου, οὓς παρὰ τῶν Ἀσσυρίων ἔσωσεν οἰκείους ὄντας. Ἅβραμος δὲ οὐκ ἔφη τοῦτο ποιήσειν, οὐδʼ ἂν ἄλλην ὠφέλειαν ἐκ τῆς λείας ἐκείνης εἰς αὐτὸν ἥξειν πλὴν ὅσα τροφὴ τοῖς οἰκέταις αὐτοῦ γένοιτο· μοῖραν μέντοι τινὰ τοῖς φίλοις αὐτοῦ παρέσχε τοῖς συστρατευομένοις. Ἔσχων δʼ πρῶτος ἐκαλεῖτο καὶ Ἔννηρος καὶ Μαμβρῆς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.176 Joseph. AJ 1.181 (English) >>Joseph. AJ 1.185

Powered by PhiloLogic